ΡΟΥΦΙΝΟΥ
Ποῦ σοι κεῖνα, Μέλισσα, τὰ χρύσεα καὶ περίοπτα
τῆς πολυθρυλήτου κάλλεα φαντασίης;
ποῦ δ’ ὀφρύες καὶ γαῦρα φρονήματα καὶ μέγας αὐχὴν
καὶ σοβαρῶν ταρσῶν χρυσοφόρος σπατάλη;
νῦν πενιχρὴ ψαφαρή τε κόμη, παρὰ ποσσὶ τραχεῖα·
ταῦτα τὰ τῶν σπαταλῶν τέρματα παλλακίδων.
πολυθρυλήτος & veelbesproken
φαντασια & verschijning
αὐχην & nek
ὀφρυς & hoge rand, wenkbrouw
γαῦρος & blij, uitgelaten, trots
φρονημα & plan, gedachte, trots
σοβαρος & snel: heftig, trots, statig
ταρσος & voet
πενιχρος & behoeftig
ψαφαρος & brokkelig, los
τραχυς & ruw
σπατάλη & armband, lichtzinnigheid, luxe
τέρμα & einde
παλλακις & concubine