ΝΙΚΑΡΧΟΥ
Τῆς μητρὸς μὴ ἄκουε, Φιλουμένη· ἢν γὰρ ἀπέλθω
καὶ θῶ ἅπαξ ἔξω τὸν πόδα τῆς πόλεως,
τῶν καταπαιζόντων μὴ σχῇς λόγον, ἀλλ’ ἐς ἐκείνους
ἐμπαίξασ’ ἄρξαι πλεῖον ἐμοῦ τι ποεῖν.
πάντα λίθον κίνει· σαυτὴν τρέφε καὶ γράφε πρός με,
εἰς ποίην ἀκτὴν εὐφρόσυνον γέγονας.
εὐτακτεῖν πειρῶ· τὸ δ’ ἐνοίκιον, ἤν τι περισσὸν
γίνηται, καὶ ἐμοὶ φρόντισον ἠμάτιον.
ἢν ἐν γαστρὶ λάβῃς, τέκε, ναὶ τέκε· μὴ θορυβηθῇς·
εὑρήσει, πόθεν ἔστ’, ἐλθὸν ἐς ἡλικίην.
ἀπέρχομαι & weggaan
θέω & rennen
σχάζω & laten hangen, laten rusten
καταπαίζω & bespotten
ἄρχομαι & (zelf) beginnen
τρέφω & onderhouden, doen gedijen
εὐφρόσῠνος & vrolijk
πειράω & proberen
εὐτακτέω & goed gedragen, regelmatig betalen
φροντίζω & denken aan, zorgen voor
ἠμάτιος & dagelijks
τίκτω & ter wereld brengen
θορῠβέω & van zijn stuk brengen
εὑρήσει & εὑρίσκω: fut ind act 3rd sg
ἐλθὸν & ἔρχομαι: aor part act
ἡλῐκία & juiste leeftijd