AP.5.4


ΦΙΛΟΔΗΜΟΥ


Τὸν σιγῶντα, Φιλαινί, συνίστορα τῶν ἀλαλήτων 

  λύχνον ἐλαιηρῆς ἐκμεθύσασα δρόσου,

ἔξιθι· μαρτυρίην γὰρ Ἔρως μόνος οὐκ ἐφίλησεν

  ἔμπνουν· καὶ πηκτὴν κλεῖε, Φιλαινί, θύρην.

καὶ σὺ φίλει, Ξανθώ, με· σὺ δ’, ὦ φιλεράστρια κοίτη, 

  ἤδη τῆς Παφίης ἴσθι τὰ λειπόμενα.


σιγαω & zwijgen 

συνιστωρ & mede-weter, getuige

ἀλαλητος  & onuitsprekelijk  

λυχνον &  licht, lamp, luchter

μεθυσκω & dronken maken 

μεθυσος & dronken 

μεθυω & dronken zijn 

δροσος & dauw 

ἐλαιηρος & olie-achtig 

ἐμπνοος & levend 

κληω & sluiten 

πηκτος & stevig in elkaar gezet

ἐραστης & geliefde 

κοιτη & bed

ἤδη & werkelijk, nu, eindelijk, reeds